Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 10.47 Dem. 10.51 (English) >>Dem. 10.54

10.50ἀγορὰν μὲν γὰρ ἄν τις καὶ πανήγυριν ἐκ τούτων φαύλως καλῶς παρεσκευάσθαι κρίνοι· πόλιν δʼ ἣν ὑπείληφεν, ὃς ἂν τῶν Ἑλλήνων ἄρχειν ἀεὶ βούληται, μόνην ἂν ἐναντιωθῆναι καὶ τῆς πάντων ἐλευθερίας προστῆναι, οὐ μὰ Δίʼ ἐκ τῶν ὠνίων, εἰ καλῶς ἔχει, δοκιμάζειν δεῖ, ἀλλʼ εἰ συμμάχων εὐνοίᾳ πιστεύει, εἰ τοῖς ὅπλοις ἰσχύει, ταῦθʼ ὑπὲρ τῆς πόλεως δεῖ σκοπεῖν· σφαλερῶς ὑμῖν καὶοὐδαμῶς ἅπαντʼἔχει. 10.51γνοίητε δʼ ἄν, εἰ σκέψαισθʼ ἐκείνως. πότε μάλιστʼ ἐν ταραχῇ τὰ τῶν Ἑλλήνων γέγονε πράγματα; οὐδένα γὰρ χρόνον ἄλλον τὸν νυνὶ παρόντʼ οὐδʼ ἂν εἷς εἴποι. τὸν μὲν γὰρ ἄλλον ἅπαντʼ εἰς δύο ταῦτα διῄρητο τὰ τῶν Ἑλλήνων, Λακεδαιμονίους καὶ ἡμᾶς, τῶν δʼ ἄλλων Ἑλλήνων οἱ μὲν ἡμῖν, οἱ δʼ ἐκείνοις ὑπήκουον. βασιλεὺς δὲ καθʼ αὑτὸν μὲν ὁμοίως ἅπασιν ἄπιστος ἦν, τοὺς δὲ κρατουμένους τῷ πολέμῳ προσλαμβάνων, ἄχρι οὗ τοῖς ἑτέροις ἐξ ἴσου ποιήσαι, διεπιστεύετο, ἔπειτʼ οὐχ ἧττον αὐτὸν ἐμίσουν οὓς σώσειε τῶν ὑπαρχόντων ἐχθρῶν ἐξ ἀρχῆς. 10.52νῦν δὲ πρῶτον μὲν βασιλεὺς ἅπασι τοῖς Ἕλλησιν οἰκείως ἔχει, †καὶ πάντων ἥκιστα δὴἡμῖν, ἄν τι μὴ νῦν ἐπανορθωσώμεθα· ἔπειτα προστασίαι πολλαὶ καὶ πανταχόθεν γίγνονται, καὶ τοῦ πρωτεύειν ἀντιποιοῦνται μὲν πάντες, ἀφεστᾶσι δʼ ἔργῳ, καὶ φθονοῦσι καὶ ἀπιστοῦσιν αὑτοῖς, οὐχ οἷς ἔδει, καὶ γεγόνασι καθʼ αὑτοὺς ἕκαστοι, Ἀργεῖοι, Θηβαῖοι, Λακεδαιμόνιοι, Κορίνθιοι, Ἀρκάδες, ἡμεῖς.


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 10.47 Dem. 10.51 (English) >>Dem. 10.54

Powered by PhiloLogic